Ancient Greek
624.3 to 625.10
TIMOTHEUS, timotheus_defluviis_ggm2 624.3-625.10
Unproofread scanNot analysed yet
18. Ὅτι δὶς διέβη Καῖσαρ ὁ Θεὸς εἰς τὴν Βρετανίαν, ὅτιον δὲ λόγου οὐδὲν ἐπράξεν· αἱ γὰρ νῆες αὐτῷ, τῆς πανσελήνου ἐπιδοῦσι λαβοῦσαι τῆς ἀμπώσεως, κακῶς ἐπαθον καὶ ἐφθάρησαν αὶ πολλάκι. Διὸ δὲ νίκας ἐνίχσεν ἔκαι, καίτοι δύο μόνα τάγματα περαιώσας τῆς στρατιᾶς, καὶ ἔλαβε λείαν πολλήν. Ἐπὶ δὲ τοῦ Αὐγούστου τελῶς εἰς φόρου ἀπαγωγὴν Ῥωμαίοις κατέστησαν. 19. Ὅτι οἱ τὴν Ἱέρνην νῆσον κατοικοῦντες Βρετανοὶ ἀγριοὶ εἰσι καὶ ἀνθρωποφάγοι καὶ ποσηφάγοι, καὶ τοὺς γονεῖς τελευτῆσαντας ἐσθίουσιν, καὶ φανερῶς μέγυννται γυναῖξί τε ἄλλαις καὶ μητράσιν. 20. Ὅτι Πυθέας, εἰ καὶ τινα περὶ Θούλης λέγων ἐψευστο, ὅμως τῆς περὶ τὸ μαθηματικὸν θεωρίας εὖ λέγει περὶ αὐτήν. Λέγει δὲ τῶν μὲν ἡμέρων καρπῶν τε καὶ ζώων ἀφορίαν εἶναι καὶ σπάνιν· λέγχει δὲ καὶ ἄλλοις λαχάνοις καὶ καρποῖς καὶ βίζαις τρέφεσθαι. Σῖτος δὲ ὀλίγος γίνεται. 21. Ὅτι ἐκ τῶν αὐτῶν τόπων τῆς Λιγυστικῆς ὀργονται αἱ τε Ἄλπεις καὶ τὰ Ἀπέννινα ὄρη. Φασὶ δὲ τὰ ὄρη τῆς Λιγυστικῆς τοσούτους εἶναι ὑλоротράς, ὡς εὑρίσκεσθαι τινα δένδρα καὶ ὀκτὼ ποδὸν ἔχοντα τὸ διάμετρον τοῦ πάχους· τὰ δὲ ὄρη ταῦτα ὑπερύψηλα καὶ ἀπότομα. 22. Ὅτι οἱ Λίγυες οἶνον χρῶνται τῷ ἐκ τῆς γῆς σφῶν γινωμένῳ, πιττῇ, αὐστηρῷ. Πλεονάζει δὲ καὶ τὸ λιγγούριον παρ' αὐτοῖς, ὅ τινας ἠλεκτρον προσαγορεύουσιν. 23. Ὅτι μεταξὺ Λιγύων καὶ τῆς Μασσαλίας οἰκεῖ τὸ τῶν Σαλῶν Ἰόνες παράλιον, τὰς Ἄλπεις τὰς παραλίους οἰκοῦν. Φασὶ δὲ τὸ ὕψος τῶν ὀρέων εἶναι, ἥ ὀξύτατόν ἐστι, στάδια ρ', καὶ τοσοῦτόν αὐθὶς τὴν κατάβασιν. ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ε'. 1. Ὅτι τὸ παλαιὸν Ἰταλία ἐκαλεῖτο ἡ περιεχομένη χώρα ὑπὸ τε τῆς νῦν Μεγάλης Ἑλλάδος καὶ Ἰαπυγίας καὶ Ποσειδωνιάτου κόλπου· ὕστερον δὲ διὰ τὸ εὐτυχὲς τοῦ ὀνόματος ἐπεκράτησε καὶ ἕως Οὐάρου ποταμοῦ καὶ τοῦ Ἀδριατικοῦ μυχοῦ καὶ τῶν Ἁλπεων Ἰταλία καλεῖσθαι.