Ancient Greek
626.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 626.2
Unproofread scanNot analysed yet
3. Ὅτι μόνη ἡ τοῦ Ἀδριατικοῦ μυχοῦ παραλία τῆς καθ᾽ ἡμᾶς θαλάσσης μιμεῖται τὰ τοῦ ὠκεανοῦ πάθη, ὁμοίως ἐκείνῳ πλημμυροῦσα τε καὶ ἀναρροϊδοῦσα καθ᾽ ἑκάστην ἡμέραν· ὑφ᾽ ὧν τὸ πλεῖον τοῦ πεδίου λιμνοθαλάττης γίνεται μεστόν. Διωρυξὶ δὲ καὶ παραχώμασι, καθάπερ ἡ Κάτω χώρα τῆς Αἰγύπτου, διοχετεύεται· καὶ τὰ μὲν ἀνέλυκται καὶ γεωργεῖται, τὰ δὲ διὰπλους ἔχει. Τῶν δὲ πόλεων αἱ μὲν νησιούσιν, αἱ δ᾽ ἐκ μέρους κλύζονται.