Ancient Greek
626.3 to 626.8
TIMOTHEUS, timotheus_defluviis_ggm2 626.3-8
Unproofread scanNot analysed yet
4. Ὅτι ὁ περὶ τὴν Ῥάβενναν ἀὴρ καθαρώτατός ἐστι καὶ ὑγιεινότατος. Τοῦτου δ᾽ αἴτιον ἡ πλημμυρὶς τε τῆς θαλάσσης καὶ ἡ τοῦ Πάδου πληρώσις, πᾶν τὸ βόρδιορῶδες ἀποκαθαίρουσα. Τὰ αὐτὰ δὲ γίνονται καὶ περὶ Ἀλεξάνδρειαν· ἡ γὰρ τοῦ Νείλου ἀνάβασις τὴν τῆς λίμνης ἀφανίζει δυσωδίαν τὴν ἐκ τοῦ τέλματος. 5. Ὅτι ἐν Ῥαβέννῃ τὰ ἔλη ποιοῦσι τὰς ἀμπελούς καρπωστάτας καὶ ταχυφόρους· ἀλλ᾽ ἐν πέντε ἔτεσι γηράσκουσι φθείρονται. 6. Ὅτι Ἀδρία πόλις ἐστὶ περὶ τὰ μυχὰ τοῦ Ἀδρίου, ἀφ᾽ ἧς ἡ ταύτη θάλασσα καλεῖται Ἀδρίας· ἥν δὲ τὸ πάλαι ἐπιφανεστάτην. 7. Ὅτι μετὰ τὸ Τίμανον, μυχάτατον ἂν τοῦ Ἀδρίου, ἡ τῶν Ἰστρῶν ἐστὶ παραλία μέχρι Πόλας, ἧς καὶ Καλλίμαχος μέμνηται λέγων· «ἀτὰρ κείνων γλῶσσ᾽ ὁνόμηνε Πόλας. »Κτίσμα δὲ ἐστὶ Κόλχων· καὶ αἱ Ἀφυρτίδες νῆσοι ἐπικέινται τῇ Πόλῃ. 8. Ὅτι ἡ Λιγουστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσιν ἵδρυται μεταξὺ Τυρρηνίας τε καὶ Κελτικῆς· τραχεῖα δ᾽ ἐστὶ καὶ πετρώδης. 9. Ὅτι ἡ Τυρρηνία χώρα, μοῖρα οὖσα τῆς Ἰταλίας, ἄρχεται ἀπὸ τῶν τῆς Λιγουστικῆς ὁρίων ἕως ποταμοῦ τοῦ Τιβέριδος· παραθαλάσσιον δ᾽ ὄντες οὗτοι καὶ τὰ πεδία οἰκοῦντες τὰ τῶν Ἀπεννίνων ἀπολήγουσι· ἐξ ἧς καὶ ἡ παρακειμένη θάλασσα Τυρρηνικὴ καλεῖται.