Ancient Greek
626.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 626.9
Unproofread scanNot analysed yet
10. Ὅτι δ᾽ Τίβερις ρεῖ ἀπὸ τῶν Ἀπεννίνων ὄρεων, πληροῦται δ᾽ ἐκ πολλῶν ποταμῶν, μέρος μὲν τι διὰ τῆς Τυρρηνίας φερόμενος, τὸ δ᾽ ἐφεξῆς διορῶν ἀπ᾽ αὐτῆς πρῶτον μὲν τὴν Ὀμβρικὴν, ἔπειτα Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῇ Ῥώμῃ μέχρι τῆς παραλίας. Παραβέβληνται δὲ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μήκος· ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ πρὸς τῷ Ἀδρίᾳ.