Ancient Greek
634.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 634.3
Unproofread scanNot analysed yet
10. Ὅτι οἱ ἐν Πελοποννήσῳ Μεσσηνίοι ἐπεμψαν ἑαυτῶν παρθένους εἰς ἱερουργίαν τῇ Ἀρτέμιδι· ἃς τινες τῶν Λακεδαιμονίων καὶ αὐτῶν Μεσσηνίων κατὰ τὴν ὁδὸν ἐβίασαντο. Ταύτας οἱ πέμψαντες Μεσσηνίων ἐκδικούσης ἐπολέμησαν τοὺς βιασαμένους καὶ ἠτηθέντες ἐφυγον· καὶ εἰς Δελφοὺς πέμψαντες ἐνεκάλουν, μεμφόμενοι τὸν Ἀπόλλωνα καὶ τὴν Ἀρτέμιν, εἰ τοιούτου τυγχάνοιεν, ἀνθ’ ὧν ἐτιμῶσιεν αὐτούς, καὶ πυθάνομενοι πῶς ἂν σωθεῖεν ἀπολλυότες· ὁ δ’ Ἀπόλλων ἐκέλευσε στέλλεσθαι μετὰ Χαλκιδέων εἰς τὸ Ῥήγιον καὶ τῇ ἀδελφῇ αὐτοῦ χάριν ἔχειν· οὐ γὰρ ἀπολωλέναι αὐτοὺς, ἀλλὰ σῴζεσθαι, μέλλοντάς γε μὴ συναφρανίσεσθαι τῇ πατρίδι, ἀλωσομένην μικρὸν ὑστερὸν ὑπὸ Σπαρτιατῶν. Οἱ δὲ πεισθέντες ἐκτίσαν σὺν Χαλκιδέσι τὸ Ῥήγιον ἐν Σικελίᾳ.