Ancient Greek
634.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 634.4
Unproofread scanNot analysed yet
11. Ὅτι Ῥήγιον ἐκλῆθη διὰ τὸ ῥαγῆναι ὑπὸ σεισμῶν μεγάλων ἐκ τῆς ἡπείρου τὴν Σικελίαν. Τεχμαίροιτο δ’ ἂν τις ἀπὸ τῶν περὶ τὴν Λίπνην συμπτωμάτων καὶ τῶν κατὰ Λιπάρων καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ καὶ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περασίαν ἀπασαν, οὐκ ἀπεικὸς εἶναι καὶ τοῦτο συμβῆναι. Νυνὶ μὲν οὖν, ἀνεγμῆμένων τούτων τῶν στομάτων, δι’ ὧν τὸ πῦρ ἀναπυροῦται καὶ μῦδροι καὶ ὕδατα ἐκπίπτει, σπανίῶν τι σείεσθαι φασὶ τὴν περὶ τὸν πορθμὸν γῆν· τότε δὲ, πάντων ἐμπεπραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυγόμενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἐπείργαζτο σφοδροὺς· μοχλευόμενοι δ’ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖζαν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἐκατέρωθεν θάλατταν, καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν ἄλλων τῶν ταύτης νήσων· καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσαι