Ancient Greek
641.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 641.3
Unproofread scanNot analysed yet
35. Ὅτι τοῦ Μεσσηνιακοῦ πολέμου γενομένου, οἱ μὴ μετασχόντες Λακεδαιμονίων τῆς στρατείας ἐκρίθησαν δοῦλοι καὶ ὠνομάσθησαν Ἐῖλνες· ὅσοι δὲ κατὰ τὴν στρατείαν παῖδες ἐγένοντο, Παρθενίας ἐκάλουν διὰ τὸ πολυχρονίου τοῦ πολέμου συμβάντος ἐκ τῶν οἴκοι παρθένων οὖσων γυναικῶν [γενέσθαι]. Διὰ [γὰρ] τὸ πολλὸν χρόνον παραταθῆναι τοῖς Λακεδαιμονίοις, Μεσσήνην πολιορκοῦσι, καὶ ἀποσταλῆναι τοὺς νεωτάτους ἐκ τοῦ κοινοῦ πρὸς τὸ μιγθῆναι πάντα πάσχει καὶ τεκνοποιήσασθαι, διὰ τοῦτο Παρθενίαι ἐκλήθησαν καὶ ἀτιμοι ἦσαν. Οἱ δὲ, οὐκ ἀνασχόμενοι (πολλοὶ δ' ἦσαν), ἐπεδούλευσαν τῷ κοινῷ, ἔχοντες Φάλανθον ἡγεμόνα, ἕνα αὐτῶν· ἔδει οὖν [ἐν] τῷ ἀγῶνι, τῶν Ἡακινθίων συντελουμένων, ἵνινα τὴν κυνὴν περιθήται Φάλανθος, ποιεῖσθαι τὴν ἐπίθεσιν. Ἐξαγγελθείσης δὲ τῆς πράξεως ἐν τῷ ἀγῶνι, προειδὼν ὁ κήρυξ εἶπε, μὴ περιθέσθαι κυνὴν Φάλανθον. Οἱ δὲ στρατιῶται, αἰσθόμενοι φωραλέντες, οἱ μὲν διεῖδρασκον, οἱ δὲ ἱκέτευον· κελεύσας δ' αὐτοὺς θαρρεῖν φυλακή· παρέδωσαν, τὸν δὲ Φάλανθον ἐπεμψαν εἰς θεοῦ περὶ ἀποικίας· ὁ δὲ ἔχρησε·