Ancient Greek
641.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 641.4
Unproofread scanNot analysed yet
Ἦκον οὖν σὺν Φαλάνθῳ οἱ Παρθενίαι καὶ ἐκτίσαν Τάραντα καὶ ὠνόμασαν οὕτως ἀπὸ τινὸς ἤρωος. 36. "Ὅτι Ταραντίνοι, ἀριστοκρατηθέντες ἐν δημοκρατία, μεγάλως ἰσχύσαν· καὶ τὴν Πυθαγόρειον ἀσπαζάμενοι γνησίως φιλοσοφίαν Ἀρχύταν τὸν φιλόσοφον ἄρχοντα προὔβαλοντο, δς καὶ πολὺν χρόνον ἦρξεν. Ὕστερον δὲ τοσούτων εἰς τὴν τρυφὴν καὶ κακοπολιτείαν ἐτράποντο, ὥστα καὶ τὰς δημοτελείας ὁρτὰς πλείους τῶν τοῦ ἐνιαυτοῦ ἡμερῶν ἄγειν, καὶ ξένους καὶ ἀλλοφύλους ἄρχοντας ἐπικαλεῖσθαι, (καὶ) οὐδὲ τούτους εὐπειθεῖς γινόμενοι· ὅλον Ἀλέξανδρον τὸν Ἱππερώτην κατὰ Μεσσαπίων καὶ Καρρῶν καὶ τινὰς Λακεδαιμονίους· καὶ ἐπὶ Ἀννίβα συνεμάχουν Καρχηδονίους, καὶ διὰ τοῦτο ὑπὸ Ῥωμαίων ὑστερον καταπολεμηθέντες ἐταπεινώθησαν.