Ancient Greek
650.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 650.5
Unproofread scanNot analysed yet
42. "Ὅτι ἀπὸ τοῦ νοτιωτάτου στόματος τοῦ Ἰστρου, ὅπερ Ἱερὸν καλεῖται, ἐπὶ νότον ἴοντι τῷ τοῦ Πόντου παραλίαν, Ἰστρὸς ἐστὶ πολίχινον ἀπὸ φ' σταδίων, Μιλησίων κτίσμα· εἶτα ἕτερον πολίχινον Τόμις ἀπὸ σν' σταδίων· εἶτα πόλις Καλλάτις ἀπὸ σπ' σταδίων, Ἡρακλεωτῶν κτίσμα. εἶτα πόλις Ἀπολλωνία ἀπὸ μτ' Καλλάτιδος σταδίων, κτίσμα Μιλησίων. Ἐν δὲ τῷ μεταξὺ Ἀπολλωνίας καὶ Καλλάτιδος Ὀδησός ἐστιν· εἶτα τὰ τοῦ Αἰμίου ὄρους ἀνατολικὰ πέρατα, ἀρχαμένου ἀπὸ τῶν Ἀλπεων· εἶτα Μεσημβρία, Μεγαρέων κτίσμα· εἶτα Ἀγχιάλη πόλις· εἶτα Ἀπολλωνία. Πάλιν δ' ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας σταδίοι εἰσι, αρ'. Ἐν δὲ τῷ μεταξὺ ἢ τε Θυνίας καὶ Σαλμυδησσός, αἰγιαλὸς ἕρημος καὶ λιθώδης, ἀλιμενος, ἀναπεπταμένος πολὺς πρὸς τὸν βορρᾶν, σταδίων δσον ψ' μέχρι Κυανέων τὸ μήκος. Αἱ δὲ Κυανέαι νησίδιαι εἰσι δύο πρὸς τῷ στόματι τοῦ Πόντου, τὸ μὲν τῇ Εὐρώπῃ προσεχέες, τὸ δὲ τῇ Ἀσίᾳ, διειργόμενα πορθμῷ δσον χ' σταδίων· τοσοῦτον δὲ διέγει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τὸ στενότατον τοῦ Θρακίου Βοσπόρου καὶ τὸ τοῦ Πόντου στόμα.