Ancient Greek
650.6 to 650.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 650.6-7
Unproofread scanNot analysed yet
43. "Ὅτι Θρακιστὶ καλεῖται ἡ πόλις βρία· διὸ Μεσημβρία μὲν ἢ τοῦ Μέσιος βρία, Σηλυμβρία δὲ ἢ τοῦ Σήλου βρία· ἡ δὲ Αἴνος ποτε Πολτυοβρία ἐκαλεῖτο, τοῦ Πολτύου βρία. 44. "Ὅτι Μεγαρεύσι, χρωμένοις ποτὲ περὶ ἀποικίας, ἐχρησεν ὁ θεὸς κτίζειν πόλιν ἀπέναντι τῶν τυφλῶν, τὸ Βυζάντιον· τοὺς γὰρ Χαλκηδονίους τυφλοὺς ἐκάλεε, διότι πρὸ ἱ' ἐτῶν ἐλθόντες οὐκ ἐνενόησαν, ὡς τυφλοὶ ὄντες, τὴν ἀμείνω χώραν ἐκλεξάσθαι, τὸ Βυζάντιον, ἀλλ' ἐκτισαν τὴν χειρόν, τὴν Χαλκηδόνα.