Ancient Greek
651.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 651.2
Unproofread scanNot analysed yet
45. Ὅτι ἡ πηλαμὶς γεννᾶται μὲν ἐν τοῖς ἕλεσι τῆς Μαωτίδος λίμνης, εἶτα ἐκεῖ ὀλίγον αὐξηθεῖσα κατέρχεται εἰς τὸν Πόντον· εἶτα τὰ Ἀσιανὰ μέρη ἐπίπλαδοῦσα ἕως Τραπεζούντος, διὰ τὴν μικρότητα οὐ θηρεύεται· ἀνταῦθεν δ' ἕως Σινώπης ἀρχεται θηρεύεσθαι, καὶ κατὰ μικρὸν αὐξηθεῖσα ἐν Βυζαντίῳ ἤδη ὥραία ἐστὶ καὶ θηρεύεται μάλιστα· καὶ εἰς τὸ κέρας τὸ κατὰ Βυζάντιον, κολπωδὲς πρὸς δυσμᾶς ἀνάχωμα τῆς θαλάσσης, εἰσέρχεται καὶ ἀγρεύεται μάλιστα.