Ancient Greek
651.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 651.4
Unproofread scanNot analysed yet
47. Ὅτι ἡ νῦν Ἑλλὰς χώρα βαρβάρων ἦν πρότερον κατοικία· σὼν Πελοπὸς μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγόμενος λαὸν εἰς τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοὶ δ' ἐξ Αἰγύπτου, Δρυῶπται δὲ καὶ Καυκῶνες καὶ Πελασγῶνες καὶ Λελέγες καὶ ἄλλων τοιούτων καταναμμένων τὰ χωρία τῆς Ἑλλάδος. Τὴν τε γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμώλου Θρᾷκες ἔσχον, τὴς δὲ Φωκίδος τὴν Δαυλίδα Τρῆες, τὴν δὲ Καδμειᾶν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ Τέμμιχες καὶ Ὑαντες. Καὶ ἀπὸ τῶν ὀνομάτων δ' ἐνίων τὸ βαρβαρὸν ἐμφαίνεται· Κέκροψ, Κόδρος, Ἀἴκλος, Κόδος, Δρύμας, Κρίναχος. Καὶ νῦν δὲ πᾶσαν Ἦπειρον καὶ Ἑλλάδα σχεδὸν καὶ Πελοπόννησον καὶ Μακεδονίαν Σκύθαι Σκλάβοι νέμονται. Καὶ ἡ Ἰωνία δὲ ὑπὸ Καρῶν καὶ Λελέγων ἐκρατεῖτο.