Ancient Greek
651.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 651.5
Unproofread scanNot analysed yet
48. Ὅτι ὑπὸ τὸ ἕκτον κλίμα κεῖται ἡ Ἄλπες τὸ ὄρος, καὶ πρὸς ἀνατολὰς σχεδὸν ἐπ' εὐθείας διέχει ἡ ὀρεινὴ αὕτη ῥάχιν ἕως Αἰμοῦ ὄρους, τοῦ εἰς τὸν Εὐξεῖνον λήγοντος· ὀνόμασται δὲ καθ' ἕκαστον οὕτως· Ἄλπες, Ὄκρα, Καροῦαγχα, Ἄλβες, Βέβια· καὶ ταῦτα μὲν τὰ Ἰλλυρικὰ ὄρη· τὰ δὲ Μακεδονικὰ Βερτίσχος, Σκάρδον, Ὀρβηλος, Ῥοδόπη, Αἴμος· ταῦτα δὲ τὰ ἔσχατα δύο Θράκια εἰσι. Μεταξὺ δὲ τῆς ῥάχεως ταύτης καὶ τοῦ Ἰστροῦ κάθηνται ἔθνη ταῦτα, Ῥαιτοὶ, Οὐινδελικοὶ, Νορικοὶ, Παννώνιοι οἱ ἄνω, Παννώνιοι οἱ κάτω, Σχορδίσκοι, Δαλμάται, Μυσοὶ οἱ ἄνω, Μυσοὶ οἱ κάτω, διήκοντες ἕως τῆς Πεινῆς γήσου. Οἱ δὲ Ἰλλυριοὶ καὶ οἱ Μακεδόνες καὶ οἱ Θρῆκες πρὸς νότον εἰσὶ τῆς ῥάχεως ταύτης.