Ancient Greek
653.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 653.3
Unproofread scanNot analysed yet
59. Ὅτι μετὰ τὴν τῶν Ἐπιγόνων εἰς Θήβας στρατείαν Ἀλκμαίων, παραχλάσθεις ὑπὸ Διομήδους, συνἦλθεν εἰς Αἰτωλίαν αὐτῷ· καὶ συγκατεκτήσαντο ταύτην τε τὴν Ἀμφιλοχίαν καὶ τὴν Αἰτωλίαν καὶ τὴν Ἀκαρνανίαν. Καλοῦντος δ' αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος, ὁ μὲν Διομήδης ἐπορεύθη, ὁ δὲ Ἀλκμαίων, μεῖνας ἐν τῇ Ἀκαρνανίᾳ, τὸ Ἄργος ἐκτίσε, καλέσας Ἀμφιλοχίαν, ἐπώνυμον τοῦ ἀδελφοῦ· Ἴναχον δὲ, τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον, ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσηγόρευσε.