Ancient Greek
653.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 653.4
Unproofread scanNot analysed yet
60. Ὅτι πλησίον τῆς τε Μακεδονίας καὶ τῆς Θετταλίας περὶ τὸ Ποῖον ὄρος καὶ τὴν Πίνδον Αὐτίκεις τε καὶ αἱ τοῦ Πηνειοῦ πηγαι. Τὸ δὲ ἐν Δωδῶνῃ μαντεῖον ἐν τῇ Θεσπρωτίᾳ ἐστὶ· καὶ οἱ ποιηταὶ Θεσπρωτίδα τὴν Δωδῶνην ἐφασαν. Κεῖται δὲ ὑπὸ τῷ Τόμαρῳ ὄρει· καὶ ἀπὸ τοῦ Τομάρου ὄρους καὶ οἱ τοῦ Διὸς ὑπορῆται ἀνιπτόποδες Γόμουροι ἐκαλοῦντο, ἐν συγκοπῇ ἀπὸ τοῦ Τομαρόμου, ὡς ἂν τοῦ Τομάρου φύλακες. Καὶ τὸν ἐν τῇ Ὀδυσσειᾳ ὑπὸ Ἀμρινώμου λεγόμενον, «αἱ μὲν χ' αἰνήσωσι Διὸς μεγάλου θέμιστας, »[ἔνιοι γράφουσιν·] «εἰ μὲν χ' αἰνήσωσι Διὸς μεγάλου Τόμουροι. »Οὐδαμοῦ γὰρ τὰ μαντεῖα θέμιστας καλεῖ Ὅμηρος, ἀλλ' ἐπὶ τῶν πολιτικῶν καὶ νομίμων ἔθων εἴωθε καλεῖν τὸ θέμιστας. Πρότερον δὲ ὑπὸ ἀνδρῶν προφητῶν ἐχρατεῖτο, ὕστερον δὲ ὑπὸ τριῶν γυναικῶν γραίων. Ἦν δὲ πρότερον περὶ Σκότουσαν, πόλιν τῆς Πελασγῶτιδος, τὸ χρηστήριον· ἐμπερησθέντος δ' Ἀπόλλωνος ὑπὸ τινων τοῦ δένδρου, μετηνέχθη κατὰ χρησμὸν Ἀπόλλωνος τοῦ ἐν Δωδῶνῃ. Ἐχρησμοῦδε δ' οὐ διὰ λόγων, ἀλλὰ διὰ τινων συμβόλων, ὥσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν· Ἰσως δὲ τινὰ πτῖσιν αἱ τρεῖς περιστεραι ἐπέπτοντο ἐξαιρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσκιζον. Φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοτῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους· καὶ Ἰσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.