Ancient Greek
654.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 654.1
Unproofread scanNot analysed yet
61. Ὅτι ἡ παροιμία «Τὸ ἐν Δωδώνῃ χαλκεῖον »ἐν-τεῦθεν ὠνομάσθη· χαλκεῖον γὰρ ἐν τῷ ἱερῷ, ἔχον ὑπερ-κείμενον ἀνδριάντα, κρατοῦντα μάστιγα χαλκήν, ἀνά-θημα Κερκυραίων· ἡ δὲ μάστις ἦν τριπλή, ἀλυσιδωτή, ἀπηρτημένους ἔχουσα ἐξ αὐτῆς ἀστραγάλους, οἱ πλήτ-τοντες τὸ χαλκεῖον συνεχῶς, ὥστε αἰωροῖντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως δὲ μετροῦν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐπὶ ὑ’ προέλθοι· ἔθεν καὶ ἡ παροιμία ἐλέχθη «Ἡ Κερ-κυραίων μάστις. »