Ancient Greek
655.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 655.2
Unproofread scanNot analysed yet
67 Ὅτι τὸ παλαιὸν οἱ μάντειες καὶ μουσικὴν ἐξγάζοντο. 68 Ὅτι μετὰ τὸ Δίον πλίν ὁ Ἀλιάκμων ποταμὸς ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαίων κόλπον· καὶ τὸ ἀπὸ τούτου, ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία, Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾧ καὶ πόλις Πύδνα, ἡ νῦν Κίτρον καλεῖται· εἶτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί. Ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ρκ'. Ἀπέχει δ' ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια μ', τῆς Ἄλωρου δὲ ο' στάδια. Ἡ μὲν οὖν Πύδνα Πιερικὴ ἐστὶ πόλις, ἡ δὲ Ἄλωρος Μοτταική. Ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν. Ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἔκκοπην τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βελεὶ κατὰ τὴν πολιορκίαν τῆς πόλεως.