Ancient Greek
655.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 655.4
Unproofread scanNot analysed yet
69 Ὅτι τὴν Πέλλαν, ὡςαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ἡὔξησε, τραφεὶς ἐν αὐτῇ. Ἔχει δὲ λίμνην πρὸ αὐτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ρεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. Εἶτα ὁ Ἄξιός, διαιρῶν τὴν τε Βοττιαίαν καὶ τὴν Ἀμφάξτιν γῆν καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίπαι μεταξὺ Χαλάστρας καὶ Θέρμης. Ἐπικείται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καὶ φησι τοὺς Παίονας ἔντευθεν εἰς Τροίαν ἐπικούρους ἔλθειν· «τληθὲν ἐξ Ἀμυδῶνος, ἀπ' Ἀξιοῦ εὐρυρέοντος. »Ἄλλ' ἐπεὶ ὁ μὲν Ἄξιὸς θολερὸς ἐστι, κρήνη δὲ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἐξῆς στίχον, «Ἀξιοῦ, οὗ καλλίστον ὕδωρ ἐπικίδναται Αἴαν, »μεταγράφουσιν οὕτως· «Ἀξιοῦ, ὃ καλλίστον ὕδωρ ἐπικίδναται Αἴας. »οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ καλλίστον *τῆς γῆς τῇ ὀψει κίδναται, ἀλλὰ τῆς γῆς τῷ Ἀξιῷ.