Ancient Greek
656.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 656.4
Unproofread scanNot analysed yet
75. Ὅτι ἀντικρὺ Κανάστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα, πλησίον Κωφoῦ λιμένος· καὶ ὁ Τορωναιὸς κόλπος ὑπὸ τούτων ἀφορίζεται. Καὶ πρὸς ἀνατολὰς αὐτῆς κείται τὸ ἄκρον τοῦ Ἄθωνος, ὁ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον· ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν ἀλλήλων ἀπέχοντας οὕτως Μαλιακὸν, Παγασητικόν, Θερμαῖον, Τορωναιόν, Σιγγιτικόν, Στρυμονικόν. Τὰ δὲ ἄκρα, Ποσειδῶν μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασητικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιάς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμονικῷ Ἀκραθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Δίμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις.