Ancient Greek
656.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 656.5
Unproofread scanNot analysed yet
76. Ὅτι Ἀκάνθος πόλις ἐν τῷ Σιγγιτικῷ κόλπῳ ἐστὶ παραλίως πλησίον τῆς τοῦ Ξέρξου διώρυχος· ἔχει δ’ ὁ Ἄθων ε’ πόλεις, Δίον, Κλεωνᾶς, Θύσσον, Ὀλόφυξιν, Ἀκρόθωος· αὕτη δὲ πρὸς τῇ χαρυρῇ τοῦ Ἄθωνος κείται. Ἔστι δ’ ὁ Ἄθων ὄρος μαστοειδὲς, δῦτατον, ὑψηλότατον, οὗ οἱ τὴν χαρυρὴν οἰκοῦντες ὁρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὥρων γ’ τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. Καὶ ἐστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια ν’, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νῆσος ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἔκβολαι· εἶτα Φάγρης, Γαληφὸς, Ἀπολλωνία, πᾶσαι πόλεις· εἶτα τὸ Νέστου στόμιο τοῦ διορίζοντος Μακεδονίαν καὶ Θράκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώρυχον ἐν τοῖς κατ’ αὐτοὺς χρόνοις. Εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, ὧν Μύρκινος, Ἀργίλος, Δραβίσκος, Δάτον, ὅπερ καὶ δρίστην ἔχει χώραν καὶ εὐκαρπον καὶ ναυπηγία καὶ χρυσοῦ μέταλλα· ἀφ’ οὗ καὶ παροιμία «Δάτον ἀγαθῶν» ὡς καὶ «Ἀγαθῶν ἀγαθίδες.»