Ancient Greek
660.4 to 660.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 660.4-5
Unproofread scanNot analysed yet
21. Ὅτι Σαλμωνεύς, Οἰνόμαος, Πέλοψ καὶ οἱ Πελοπίδαι ἐν Πίσῃ κατοίκουν, ἡ νῦν Βῖσα καλεῖται. Νῦν δὲ οὐδὲ ὄνομά ἐστι Πισατῶν καὶ Καυκιῶνων καὶ Πυλίων· ἀπαντα γὰρ ταῦτα Σκύθαι νέμονται. 22. Ὅτι δ’ ἐν Πελοποννήσῳ Ἐνιπεὺς ποταμός, ρέων ἐκ Σαλμωνῆς κρήνης, ἐμβαλλεῖ εἰς τὸν Ἀλφεῖον· ἄλλος δ’ ἐστὶν Ἐνιπεὺς, ποταμὸς Θετταλίας, ὃς ρέων ἀπὸ τῆς Ὀθρυος δέχεται τὸν Ἀπιδανὸν ποταμόν, ρέοντα ἀπὸ πόλεως Φαρσάλου.