Ancient Greek
660.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 660.6
Unproofread scanNot analysed yet
23. Ὅτι ὑπὸ Σαλμωνεύος ἐκπεσῶν ἐκ Πελοποννήσου Αἰτωλὸς ῥψισε τὴν ἀπ’ αὐτοῦ Αἰτωλίαν. Τούτου δ’ ἀπόγονος [Ὀξύλος], φίλος ὢν τοῖς περὶ Τήμενον Ἡρακλείδαις, ἤγησατο τὴν ὁδὸν αὐτοῖς, κατιοῦσιν εἰς Πελοπόννησον, καὶ διένειμεν αὐτοῖς τὴν δορικτήτον χώραν· ἀνέλαβε δὲ χάριν τὴν εἰς τὴν Ἠλείαν καθοδὸν, προγονικὴν οὖσαν. Ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μὲν’ ὁπλῶν τοῖς ἀμφὶ Ὀξύλον Αἰτωλοῖς, προεβλήθησαν ἐξ Αἰτωλῶν μὲν Πυραχμὴς, ἐξ Ἐπειῶν δὲ Δέγμενος· ἐπὶ διαλύσει τῶν ὅλων τοῦ δὲ Πυραχμοῦ σφενδόνῃ τὸν Δέγμενον ἀνελόντος, παρέδωσαν τοῖς Αἰτωλοῖς οἱ Ἐπειοὶ τὴν πατρῴαν χώραν καὶ τὴν τοῦ Ὀλυμπίασι Διὸς τοῦ ἱεροῦ ἐπιμέλειαν [καὶ] τοῦ ἀγῶνος, ὃν Ἰφίτος διέθηκεν.