Ancient Greek
663.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 663.7
Unproofread scanNot analysed yet
9 "Ὅτι Πενθίλος ἐκ Βοιωτίας τὴν Αἰολιχὴν ἀποικίαν ἤγαγεν. 10 "Ὅτι μεσόριον Ἀττικῆς καὶ Βοιωτίας πρὸς τῇ Εὐβοικῇ θαλάττῃ ἐστὶν ὁ Ὦρωπός καὶ ὁ ἱερὸς λιμήν, ὃν καλοῦσι Δελφίνιον, ἀντιπέραν Ἐρετρίας τῆς ἐν Εὐβοίᾳ, ἀπὸ σταδίων τὸ διάστημα ξ’. Εἶτα Δηλίον, Ταναγραίων πόλιχνιον, ἀπέχον σταδίους τῆς Αὐλίδος λ’. Εἶτα λιμὴν βαθύς· εἶτα Αὐλίς, πετρώδες χωρίον· εἶτα Εὐρίπος· εἶτα Σαλγανεὺς ,ἐπώνυμον Σαλγανεὺς τινὸς Βοιωτοῦ ἀνδρὸς ἱκέτας ταφέντος μετὰ τὸ ἀναιρεθῆναι ὑπὸ τῶν περὶ Μεγαβάτην Περσῶν, ὡς δὴσεν κακῶς αὐτοῦ ὀφρησμένου τὴν ἀπὸ Μαλιακοῦ θάλασσαν λαβυρινθώδη καὶ ἀπορον μεταγνόντες δ’ οἱ