Ancient Greek
664.1 to 664.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 664.1-5
Unproofread scanNot analysed yet
Πέρσαι ὑστερον ὡς ἀδυσχηνὲντα τὸν Σαλγανέα ἐθαψαν μεγαλοπρεπῶς. 19. Ὅτι τὸ ἐστέριον τοῦ Παρνασσοῦ πλευρὸν νέμονται Λοκροὶ τε οἱ Ὀζολαὶ καὶ Δωριεῖς καὶ Αἰτωλοὶ κατὰ τὸν Κόραχα, Αἰτωλικὸν ὄρος· τὸ δὲ πρὸς ἑὼ Δωριεῖς καὶ Φωκεῖς. 20. Ὅτι ὁ Κρισαῖος κόλπος ἕως τοῦ Ἄκτίου περαιούται. 21. Ὅτι Φωκέων δύο εἰσὶ πόλεις ἐπίσημοι, Δελφοὶ τε καὶ Ἐλάτεια, ἡ μὲν διὰ τὸ ἀρχαιότατον μαντεῖον τοῦ Ἀπόλλωνος, ἡ δὲ διὰ τὸ [ἐπικεισθαι τοῖς στενοῖς. ]11. Ὅτι τὸ Ἀμφιτράπου ἱερὸν ἐν Ταναγρᾷ ἐστὶ τῆς Βοιωτίας· ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιόρθη κατὰ χρησμὸν δεῦρο. 12. Ὅτι Ἀνθόδων πόλις μετὰ τὸν Σαλγανέα ἰσγάτη τῆς Βοιωτίας κεῖται, καὶ ἀπ’ αὐτῆς εἰς τὴν ἐν Εὐβοίᾳ Αἴγαν πόλιν τὸ διάστημα στάδιοι ρα'. Καὶ ἔγγὺς τῶν Αἰγῶν αἱ Ὀροβίαι. Ἐκ δὲ Ἀνθοδόνης ἦν Γλαῦκος, ὃν μεταβαλεῖν φασιν εἰς χῖτος θαλασσίον. 13. Ὅτι ἡ Βοιωτία, σπηραγώδης οὖσα καὶ ὑπαντρος, ποιεῖ σεισμοὺς ἐν αὐτῇ ἐξαισίους, ὡς τινὰς τῶν πόρων ἀποτυλίσσθαι καὶ τινὰς διευρύνεσθαι· καὶ διὰ τοῦτο λίμναι τέ τινες ὑφίστανται καὶ αὖθις λήγουσι. Διὸ καὶ Πλάταια μὲν καὶ Πλαταιεῖς παρὰ λίμνην ποτὲ ἦσαν, καὶ διὰ τῶν κωφῶν πλάτην οὕτως ὀνομάσθησαν· ἐπὶ δὲ Ἔλος τε καὶ Ἐλεῶν· νῦν δὲ ἠπειρώται. 14. Ὅτι δ Κηφισσὸς ποταμὸς ἐκ τῶν Φωκικῶν ὄρεων ἀρχεται ἐκ Λιλαιᾶς πόλεως, καὶ εἰς τὴν Κωπαίδα λίμνην ἐκδίδωσιν· ἔνθα καὶ ὁ Περμησσὸς καὶ Ὀλμεὺς, ἐκ τοῦ Ἐλικῶνος ῥέοντες, εἰς τὴν αὐτὴν ἐμβάλλουσι λίμνην περὶ πόλιν Ἁλιάρτων· ἡ δὲ τῆς λίμνης περίμετρος στάδιοι τπ'.