Ancient Greek
664.8 to 665.14
TIMOTHEUS, timotheus_defluviis_ggm2 664.8-665.14
Unproofread scanNot analysed yet
17. Ὅτι Θέσπεια πόλις ἐστὶ πρὸς τῷ Ἐλικῶνι νοτιωτέρα, ἐπικειμένη τῷ Κρισαίῳ κόλπῳ καὶ αὐτὴ καὶ ὁ Ἐλικών. Πλησίον δὲ καὶ ἡ τοῦ Ἡσιόδου πατρίς Ἄσκρη. 18. Ὅτι ὁ Παρνασσὸς τὸ ὄρος σπηλαῖα ἔχει πολλὰ ἱερὰ, ὧν ἐστιν ἐν καὶ τὸ Κωρύκιον, ἱερὸν νυμφῶν, ὁμώνυμον τῷ Κιλικίῳ. 22. **Περὶ Κύφον, Περραιβικὸν ὄρος, καὶ πόλιν εἶναι· «Γουενὲς δ’ ἐκ Κύφου ἦγε.» 2. Ὅτι ὁ Ὄρεὺς Ἱστίαία ἐκαλεῖτο καὶ οἱ Ὀρρεῖται Ἱστιαεῖς. 3. Ὅτι τὸ Δίον καὶ ὁ Ὄρεὺς καὶ ἡ Κέρινθος καὶ τὸ Ἀρτεμίσιον καὶ ὁ Βούδορος ποταμός, πάντα ταῦτα τῆς Εὐβοίας παραθαλάσσιά ἐστι, πρὸς τὸν βορρᾶν τετραμμένα καὶ τὴν Σκύρον νῆσον καὶ Αἴμονον. 4. Ὅτι Κάρυστος καὶ Στύρα καὶ Ἐρέτρια πρὸς νότον εἰσίν, ἀντιπέραν Ἀττικῆς. 5. Ὅτι ἐν Καρύστῳ φύεται λίθος ἡ ξαινομένη καὶ ὑφαινομένη, ὥστε τὰ ὑφῆ χειρόμακτρα γίνεσθαι ῥυπωθέντα δὲ εἰς φλόγα βαλλέσθαι καὶ ἀποκαθαίρεσθαι λέγεται, παραπλησίως τῇ τῶν λίνων πλύσει. Ὁ δὲ Γεραστὸς ὀρσενικόν. 6. Ὅτι περὶ τὸ Ληλαντον πεδίον τῆς Εὐβοίας μέταλλα ἦν χαλκοῦ καὶ σιδήρου, ἅπερ νῦν ἐκλείπουν, ὥσπερ καὶ Ἀθήνησι τάργυια.