Ancient Greek
664.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 664.6
Unproofread scanNot analysed yet
15. Ὅτι ἡ Κωπαὶς λίμνη, πολλοὺς δεχομένη ποταμοὺς, ἔξοδον οὐκ ἔχει, πλὴν τοῦ κατὰ τὸν Κηφισσὸν δεχομένου αὐτὸν χάσματος. 16. Ὅτι Σκώλος ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρώνι, τόπος τραχύς· ἀφ’ οὗ καὶ ἡ παροιμία λέλεκται· «εἰς Σκώλον μήτ’ αὐτὸς ἴναι μήτ’ ἄλλω ἐπεσθαι. »Καὶ τὸν Πενθέα ἐνταῦθα φασὶ διασπασθῆναι. Ἔστι δὲ καὶ ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ κώμη Σκώλος, παρ’ ἣν ποταμὸς ῥεῖ Ἀσωπός· καὶ ἐν Σικυῶνι ἄλλος ἐστὶ ποταμὸς Ἀσωπός.