Ancient Greek
667.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 667.9
Unproofread scanNot analysed yet
24. Ὅτι οἱ Κουρήτες οὐκ ἦσαν Αἰτωλοὶ διὰ ταῦτα· οἱ Κουρήτες τ' ἐμάχοντο καὶ Αἰτωλοί. Πάλιν οἱ τοῦ Πορθέως παῖδες τρεῖς, Αἰτωλοὶ ὄντες καὶ τὴν Πλευρώνα καὶ Καλυδώνα οἰκοῦντες, Κουρήτες ἦσαν· οἱ γὰρ Πλευρώνιοι Κουρήτες εἰσιν, ὅπερ ἀληθέστερον. Ἔθος γὰρ ἐστὶν Ὀμηρικόν, τὰ μέρη τοῦ ὅλου συναριθμεῖν, οἷον· «οἱ δ' Εὐβοταν ἐχον —Χαλκίδα τε· »καὶ πάλιν· «Τρώες καὶ Λυκίοι —καὶ Μυρμιδόνες καὶ Ἀχαιοί. »Τοιούτων οὖν καὶ τὸ Κουρήτες καὶ Αἰτωλοί. Φασιν οὖν, ὅτι Κουρητῶν ἐχόντων τὴν νῦν Αἰτωλίαν, ἐκπεσὼν ἐξ Ἠλίδος Αἰτωλὸς μετὰ τῶν Ἐπειῶν, ἐκυρίευσε τῆς ἐξ ἑαυτοῦ κληθείσης Αἰτωλίας, καὶ οἱ Κουρήτες μετέωχυσαν εἰς τὴν Ἀχαρνάνιον. Μετὰ οὖν γενεὰς ἵ' Ὀδυλος μετὰ Ἡρακλειδῶν κατέλθοι εἰς τὴν Ἠλῖδα ὡς πατρώαν, ὡς καὶ τὸ ἐπιγράμματον τὸ ἐν τῇ εἰκόνι Αἰτωλοῖς δηλοῖ·