Ancient Greek
668.1 to 668.43
TIMOTHEUS, timotheus_defluviis_ggm2 668.1-43
Unproofread scanNot analysed yet
Χώρας οἰκονῆσα καὶ Ἀλφεῖοῦ ποτε δίναις Τὸ δὲ Ὀξύλου ἐν Ἠλίδι κεῖται, τὸ δ᾽ Αἰτωλοῦ ἐν Αἰτωλίᾳ. 25. Ὅτι Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ, πόλεμον ἔχοντες πρὸς Ἐρετριεῖς περὶ τοῦ Ἀλκαντίου πεδίου καὶ πολλάκις κρατουμένοι ἀπὸ τῶν ἐμπροσθίων τριχῶν καὶ καταβαλλόμενοι ὑπὸ τῶν πολεμίων, ἐπετὴδευσαν τὰ ἔμπροσθεν κείρεσθαι τῆς κεφαλῆς· διὸ καὶ ὑπὸ Ὀμήρου «ὁπισθεν χοιρώντες» προσηγορεύθησαν. Καὶ με- τοιχῆσαντες εἰς Αἰτωλίαν ὕστερον καὶ μάχην νικήσαντες τοὺς ἐνοικοῦντας ἐδιώξαν πέραν τοῦ Ἀchelοῦ θραφθέντα, σταδίων γείτον Ὀλυμπιάδος, ποταμοῦ· διὸ ἐκεῖνοι μὲν οἱ Εὐβοεῖς Κουρῆτες ἐκλήθησαν ἀπὸ τοῦ κείρεσθαι, οἱ δ᾽ ἐκβληθέντες Ἀκαρνάνες, ὡς μὴ κειρόμενοι. 26. Ὅτι δ Θέστιος πενθερὸς ἦν Τυνδάρεω τε καὶ Οἰνέως, πατὴρ Λήδας τε καὶ Ἀλθαίας· καὶ πολέμου όντος Θεστιάδας τε καὶ Κουρητοὶ πρὸς Οἰνέα τε καὶ Αἰτωλοὺς καὶ Μελέαγρον, ἧτοι περὶ γῆς ὧρων ἢ μυθικῶς καθ᾽ Ὀμήρον «ἀμφὶ σὺνς κεφαλῇ καὶ δέρματι,» δ Μελέαγρος ἀνεῖλε τοὺς τῆς Ἀλθαίας ἀδελφοὺς· ἀνθ᾽ ὧν ἡ Ἀλθαία «πολλὰ κατηρπῆτο, στυγεράς δ᾽ ἐπεκά- Ἐνδυμίωνος παῖδ᾽ Αἰτωλοὶ τόνδ᾽ ἀνέθηκαν λετο᾽ Ἐρινύας.» 27. Ὅτι τοὺς ἐν Αἰτωλίᾳ Κουρῆτας τετραχῶς ἐτυμολογητέον· ἢ γὰρ διὰ τὴν ἐμπροσθίαν κουράν, ὡς εἴρηται, ἢ ἀπὸ ὧρους Κουρίου Αἰτωλικοῦ ἢ διὰ τὸ βλακώδεῖς εἶναι, ὥσπερ αἱ κόραι, ὁποιοὶ καὶ Ἰάονες ἐλεχέζωνες λέγονται, ἢ ἀπὸ Κουρητῶν δαιμόνων, ἐνόπλιον ὀρχουμένων ὀρχησιν· λέγοι γὰρ ἂν τοὺς ἀνδρειοτάτους καὶ εἰδότας ἐν ὅπλοις ὀρχεῖσθαι· καὶ γὰρ Ὀμηρος εἰσάγει τὸν Αἰνείαν λέγοντα· «Μηριόνῃ, τάχα κέν σε καὶ ὀρχηστὴν περ ἴδοντα.» Αἰτωλόν, ἀρετέρας μητρ᾽ ἀρετῆς ἑοράν. 28. Ὅτι κοινὸν Ἑλλήνων καὶ βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνάγκας ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ, τὰς δὲ χωρὶς, καὶ τὰς μὲν μετὰ μουσικῆς, τὰς δὲ μή, καὶ τὰς μὲν μυστικῶς, τὰς δ᾽ ἐν φανερώ· ἡ γὰρ μουσικὴ φιλοσοφία ἐστὶ καὶ πρὸς τὴν τῶν ἡθῶν κάθαρσιν συμβαλλομένη, ὡς φησὶ