Ancient Greek
705.4 to 706.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 705.4-706.1
Unproofread scanNot analysed yet
41. Ὅτι τὰ παρ’ Ἑβραίοις Σόδομα πόλις ἑτέρων ἦν ιβ’ πόλεων μητρόπολις, καὶ διὰ τὸ εἶναι τὴν γῆν ἄμυρον, γενομένων σεισμῶν καὶ πυρωθῆναι ἀναρυσθῆμέναι, κατεστράφησαν καὶ κατεκάλυψαν πᾶσαι, καὶ ἀνεδόθη ἡ νῦν λίμνη Σιρβωνὶς καλουμένη, θειώδης οὖσα καὶ ἀσφαλτώδης. 42. Ὅτι Αἰγύπτιοι χρῶνται τῇ ἀσφάλτῳ πρὸς τὰς τῶν νεκρῶν ταριχεσίας. 43. Ὅτι ἐξ Ἀρμόζων τοῦ ἀκροῦ τῆς Καρμανίας ἀφορᾶται τὸ ἐν Ἀραβίᾳ ἀκρον [τὸ] ἐν Μάκαις, καὶ τοῦτο ἐστὶν ἡ ἀρχὴ τοῦ Περσικοῦ κόλπου· τὸ γὰρ ἐντεῦθεν πρῶτον μὲν πρὸς ἀνατολὰς καὶ δυσμὰς, εἶτα πρὸς βορρᾶν αὔρεται ἡ Περσικὴ θάλασσα ἕως Γερηδόνος πόλεως καὶ τῶν τοῦ Εὐφράτου ποταμοῦ ἐκ-βολῶν. 44. Ὅτι ἡ Περσικὴ θάλασσα μεγάλη ἐστιν, ὥστε μικρῷ λείπεται τῷ μεγέθει τοῦ Εὐξείνου πόντου. 45. Ὅτι ἐν τῷ νοτιωτάτῳ καὶ δυσμικωτάτῳ σημείῳ τοῦ Περσικοῦ κόλπου πόλις ἐστὶ Γέρρα ἐν γῇ ἄλυρίδι, ἧς αἱ οἰκίαι ἄλινοι εἰσιν· ἐπεὶ δ’ αἱ λεπίδες τῶν ἁλῶν, ἀριστάμεναι κατὰ τὴν ἐπίκαυσιν τὴν ἐκ τῶν ἡλίων, συνεχῶς ἀποπίπτουσι, καταρραίνοντες ὕδασι πυκνὰ τοὺς τοίχους συνέχουσιν. 46. "Ὅτι ἐν τῷ Περσικῷ κόλπῳ Τύρος καὶ Ἀραδὸς εἰσὶ νῆσοι, ἀφ' ὧν οἱ ἐν Φοινίκῃ Τύριοι καὶ Ἀράδιοι ἐγένοντο μετανάσται.