Ancient Greek
706.10
TIMOTHEUS, timotheus_defluviis_ggm2 706.10
Unproofread scanNot analysed yet
55. "Ὅτι Τρωγύδται ἄνευ τοῦ λ λέγει δ Στράβων. 56. "Ὅτι φησὶ Ποσειδώνιος Ἔρεμβὸς παρ' Ὁμήρῳ τοὺς Ἀραβας δεῖν ἀκούειν, ὡς τῶν παλαιῶν διὰ τὴν ἀνεπιμελίαν σολοικιζόντων τὸ ὄνομα, καὶ ἀντὶ Ἀράδων Ἔρεμβῶν καλεῖν· καὶ γὰρ ταῦτα τὰ τρία ἔθνη, Ἀρμενίους, Ἀραβίους, Ἔρεμβους, συνεχῆ ἄλληλοις ὄντα, σχεδὸν τῇ αὐτῇ ὀνομασίᾳ καλεῖσθαι. Οὕτως οὖν καὶ Ἀρίμους φησὶν ὁ αὐτὸς δεῖν ἀκούειν τοὺς Σύρους· Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ· τάχα δὲ τότε οἱ Ἑλληνες Ἀραμαῖους ἢ Ἀρμαῖους αὐτοὺς ἐκάλουν. Αἱ δὲ μεταπτώσεις τῶν ὀνομάτων πολλαί· καὶ γὰρ τὸν μὲν Δαριῆχην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζριν Παρύσατιν.