Ancient Greek
707.13 to 707.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 707.13-5
Unproofread scanNot analysed yet
11. Ὅτι ἀπὸ Πηλουσίου ἕως Κανώβου στόματος, τοῦτ᾽ ἐστιν ἡ βάσις τοῦ Δέλτα, στάδιοι εἰσι ,ατ᾽, ἀπὸ δὲ Κανώβου εἰς τὴν Φάρον ,ρν᾽. ΒΙΒΛΙΟΥ ΙΖ'. 1. Ὅτι ὁ μικρὸς καταράκτης ὑπὲρ Συήνης καὶ Ἐλε-φαντίνης ἐστὶ πόλεων, ἔνθα καὶ τὸ μεθόριον Αἰγυπτίων καὶ Αἰθιόπων. 2. Ὅτι οἱ Αἰθίοπες λυπρῶς ζῶσι διὰ τὴν ὑπερβολὴν τῆς δυσκρασίας τῶν ἀέρων, διὸ καὶ πέννῃτες εἰσιν· οἱ δ᾽ Αἰγύπτιοι εὐδαίμονές εἰσιν. 3. Ὅτι Αἰγύπτιοι εἰς τρεῖς μοῖρας ἑαυτοὺς διείλονκαί· οἱ μὲν αὐτῶν εἰσιν ἱερεῖς, περὶ τὰ θεία ἀσχολούμενοι· οἱ δὲ γεωργοί, τὰ ἐν εἰρήνῃ ἐργαζόμενοι· οἱ δὲ στρατιῶται, τὰ ἐν πολέμῳ ἀσκούντες.