Ancient Greek
706.2 to 707.12
TIMOTHEUS, timotheus_defluviis_ggm2 706.2-707.12
Unproofread scanNot analysed yet
47. "Ὅτι καθ' ὅλην τὴν τῆς Ἐρυθρᾶς θαλάσσης παραλίαν φύεται κατὰ βυθὸν δένδρα δμοια δάφνῃ καὶ ἐλαίᾳ, ταῖς μὲν ἀμπώτισιν δια καὶ ὑπέραφαν γιγνόμενα, ταῖς δὲ πλημμυρίοισιν ἐσθ' ὅτε δια καλυπτόμενα, καὶ ταῦτα τῆς ὑπερχειμένης γῆς ἀδένδρου οὖσης, ὥστε ἐπитеίνεσθαι τὸ παράδοξον. 48. "Ὅτι ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ κήτος ἐπώκειλε πηχῶν ν'. 49. "Ὅτι ἐν τοῖς ἔλεσι τοῖς γινομένοις ὑπὸ τῶν τοῦ Εὐφράτου ποταμοῦ προχύσεων ἀμπελὸς γίνεται, ἐν ταῖς χαλαίναις μὲν ἐπιβαλλομένης γῆς, δση δέχαιτο ἂν τὸ φυτόν, ὥστε φορητὴν γίνεσθαι πολλάκις, εἶτα κοντοῖς ἀπωθεῖσθαι πάλιν εἰς τὴν οἰκεῖαν δὴ ἀρχῆς ἕδραν. 50. "Ὅτι ἐν τῇ εὐδαίμονι Ἀραβίᾳ νόμος ἐστίν, ἵνα μὴ ὁ παὶς παρὰ τοῦ πατρὸς τὴν βασιλείαν διαδέχηται, ἀλλ' ὅς ἂν πρῶτος γεννηθῇ τινὶ τῶν ἐπιφανῶν παίδι μετὰ τὴν κατάστασιν τοῦ βασιλέως, οὗτος ὁ παὶς ἀναλαμβάνεται καὶ τρέφεται βασιλικῶς, ὡς διαδεξόμενος τὴν βασιλείαν. 51. "Ὅτι ἡ Ἐρυθρὰ θάλασσα οὐκ ἐστὶ βαθεῖα, ἀλλὰ καὶ ὡς μόνων δύο ὀργυιῶν ἔχεται τὸ βάθος· διὸ ποίζει πλειστάκις διὰ τὰ φυτὰ ἐξέγοντα τῆς ἐπιφανείας, καὶ τὰ δένδρα φαίνεται ἔκω τῆς ἐπιφανείας τῆς θαλάσσης· καὶ κυνῶν πλήθος θαλαστίων ἔχει. 52. "Ὅτι ὁ Ἀσταβόρας ποταμὸς μέρει μὲν τῷ πλείστῳ μίσγεται τῷ Νείλῳ, τῷ δὲ ὀλίγῳ ἐκδίδωσιν εἰς τὸν Ἀράδιον κόλπον. 53. "Ὅτι ἡ παραλία τῆς Ἀραβίας τῶν Τρωγυδωτῶν ἡ πολλὴ ἐλαίῶνας καὶ δαφνῶνας καὶ φοινικῶνας φέρει. 54. "Ὅτι οἱ ἐν Ἀραβίᾳ ἐλέφαντες, ὅταν διὰ τὰ καύματα ἐκλίψωσι οἱ ποταμοί, φρεαρυχοῦσι καὶ τοῖς ὀδοῦσι καὶ ταῖς προδοσίοισιν. ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ 8. Ὅτι ἐκ τῶν ἐν Αἰθιοπία ὀμβρῶν πληθῦει ὁ Νεῖλος ποταμός. 9. Ὅτι Καμβύσης ὁ Πέρσης, κατασχὼν τὴν Αἰγυπτον, ἀνῆλθε μέχρι τῆς Μερόης ὑπ᾽ αὐτοῦ κληθείσης πόλεως· ἐκεῖ γὰρ αὐτοῦ ἡ ἀδελφὴ Μερόη ἐτελεύτα, καὶ τιμῶν αὐτὴν ἔθετο τῇ πόλει Μερόην ὄνομα. 10. Ὅτι οἱ παλαιοὶ ἀπὸ Συήνης ἕως τῆς θαλάσσης μόνον ἐκάλουν Αἴγυπτον, τοῦτ᾽ ἐστιν ὅσον ὁ Νεῖλος ποταμὸς ποτίζει μέρος καὶ μόνον.