Ancient Greek
721.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 721.1
Unproofread scanNot analysed yet
μῆνη, ἣν Μήδεια συλλέγουσα καὶ λειοτριβοῦσα πρὸς ἀντιπαθείας τοῦ πατρὸς ἐχρήσατο, καθὼς ἱστορεῖ ὁ αὐτός. VI ΑΡΑΡ. 1. Ἄραρ ποταμὸς ἐστι τῆς Κελτικῆς, τὴν προσηγορίαν εἰληφὼς παρὰ τὸ ῥημοῦσθαι τῷ Ῥοδανῷ καταφέρεσθαι γὰρ εἰς τοῦτον κατὰ τὴν χώραν τῶν Ἀλλοβρόγων. Ἐκαλεῖτο δὲ πρότερον Βρίγουλος· μετωνομάσθη δὲ δι’ αἰτίαν τοιαύτην. Ἄραρ κυνηγησίας χάριν εἰς ὕλην προχωρήσας καὶ εὑρὼν τὸν ἀδελφὸν Καλτίβηρον ὑπὸ θηρίων ἀνηλωμένον, διὰ λύπης ὑπερβολὴν ἑαυτῷ καιρίως πλήξας ἔβαλεν εἰς τὸν ποταμὸν Βρίγουλον, ὃς ἀπ’ αὐτοῦ μετωνομάσθη Ἄραρ.