Ancient Greek
721.4 to 721.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 721.4-6
Unproofread scanNot analysed yet
2. Γεννᾶται δὲ ἐν αὐτῷ μέγας ἰχθύς, σκολοπίας προσαγορευόμενος ὑπὸ τῶν ἐγχωρίων· οὗτος αὐξανομένης τῆς σελήνης λευκός ἐστιν· μειουμένης δὲ μέλας γίνεται παντελῶς· ὑπεραυξήσας δὲ ἀναφαίνεται ὑπὸ τῶν ἰδίων ἀκανθῶν. 3. Εὑρίσκεται δ’ ἐν τῇ κεφαλῇ αὐτοῦ λίθος γόνδρῳ παρόμοιος ἁλός, ὃς καλλίστα ποιεῖ πρὸς τετάρτιας νόσους, τοῖς ἀριστεροῖς μέρεσι τοῦ σώματος προσδεδεμένος τῆς σελήνης μειουμένης, καθὼς ἱστορεῖ Καλλισθένης ὁ Σουβαρίτης ἐν ιγ’ Γαλατικῶν, παρ’ οὖ τὴν ὑπόθεσιν εἴληφεν Τιμαγένης ὁ Σύρος. 4. Παράκειται δὲ αὐτῷ ὄρος Λούγδουνος καλούμενον· μετωνομάσθη δὲ δι’ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σασρονέως τῆς ἀρχῆς ἐκβληθέντες, εἰς τοῦτον κατὰ προσταγὴν [χρησμοῦ ἤλθον] τὸν λόφον πολύν κτίσαι θέλοντες. Τῶν δὲ θεμελίων ὠρυσσομένων αἰφνιδίως κόρακες ἐπιπρανέντες καὶ διαπερυζάμενοι, τὰ πέρυ ἐπλήρωσαν δένδρα. Μώμορος δὲ οἰωνοσκοπίας ἐμπειρὸς ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν. Λοῦγον γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κό-