Ancient Greek
736.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 736.3
Unproofread scanNot analysed yet
XX ΕΥΦΡΑΤΗΣ. 1. Εὐφρᾶτης ποταμὸς ἐστὶ τῆς Παρθίας κατὰ Βαβυλῶνα πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Μῆδος ἀπὸ Μήδου τοῦ Ἀρταξέρξου παιδός. Οὗτος γὰρ δι’ ἐπιθυμίαν τὴν Κορδίου θυγατέρα Ῥωξάνην βιασάμενος διεφθάρει· τῇ δ’ ἐπιούσῃ τῶν ἡμερῶν ζητούμενος ὑπὸ τοῦ βασιλέως πρὸς κόλασιν, φόβῳ συσχεθεὶς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Σαρανδᾶν, ὃς ἀπ’ αὐτοῦ Μῆδος ὠνομάσθη. Προσηγορεύθη δὲ Εὐφρᾶτης δι’ αἰτίαν τοιαύτην. Εὐφρᾶτης, Ἀρανδάκου παῖς, τὸν υἱὸν Ἀξούρταν εἰρὼν μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ ὁπολαβὼν ὑπάρχειν τῶν πολιτῶν τινὰ, διὰ ζήλου μισοπονηρίαν στασάμενος τὸ ἔφος ἐλαϊμοτύπησεν αὐτόν. τῆς δ’ ἀνελπίστου πράξεως γενομένης αὐτόπτης διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μῆδον, ὃς ἀπ’ αὐτοῦ Εὐφρᾶτης μετωνομάσθη.