Ancient Greek
736.5 to 737.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 736.5-737.2
Unproofread scanNot analysed yet
2. Γεννᾶται δ’ ἐν αὐτῷ λίθος ἀετίτης καλούμενος· ὅν αἱ μαῖαι ταῖς δυστοκοῦσαις ἐπὶ τὰς γαστέρας ἐπιτιθεῖσαι καὶ παραχρῆμα τίκτουσιν ἄτερ ἀλγηδόνος. 3. Γεννᾶται δ' ἐν αὐτῷ καὶ βοτάνη ἀξαλλὰ καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τετάρταίζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισιμασίας, καθὼς ἱστορεῖ Χρύσερμος Κορινθίος ἐν ιγ' περὶ Ποταμῶν. 4. Παράκειται δ' αὐτῷ ὄρος Δριμύλον καλούμενον, ἐν ᾧ γεννᾶται λίθος σαρδόνυχι παρόμοιος, ᾧ οἱ βασιλαῖς ἐν ταῖς βασιλείαις χρῶνται· ποιεῖ δὲ ἀριστα πρὸς ἀμβλυωπίας εἰς ὑδωρ θερμὸν βαλλόμενος, καθὼς ἱστορεῖ Νικίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Λίθων.