Ancient Greek
55.1
Tlg4075, Vita Procli 55.1
Unproofread scanNot analysed yet
ΜΑΡΙΝΟΥ ΝΕΑΠΟΛΙΤΟΥ ΠΡΟΚΛΟΣ Η ΠΕΡΙ ΕΤΔΑΙΜΟΝΙΑΣ. α. Εἰ μὲν εἰς τὸ μέγεθος τῆς ψυχῆς ἢ τὴν ἄλλην ἀξίαν ἐβλεπον τοῦ καθ' ἡμᾶς γεγενηότος φιλοσόφου Προκλου, εἰ δὲ εἰς τὴν παρασκευήν καὶ τὴν ἐν τῷ λέγειν δύναμιν τῶν ἀναγράψαιν ὀφειλόντων τὸν ἐκεῖνον βίον, καὶ πρὸς τοῦτο εἰδῶν τὴν ἐμὴν ἐν τοῖς λόγοις οὐδένειαν, καλῶς ἂν ἐχει ἐδοξέ μοι ἡσυχίαν ἄγειν, καὶ μὴ (τὸ λεγόμενον) ὑπὲρ τὰ ἐσκαμμένα ἄλλεσθαι, καὶ τοιούτων ἐκ τοῦ λέγειν ἀναφύπτειν κινδύνων. Νυνὶ δὲ οὐ ταύτῃ παραμετρῶν τὸ ἡμέτερον, ἐνθυμούμενος δέ, ὅτι καὶ τοῖς ἱεροῖς οἱ τοῖς βωμοῖς προσιόντες οὐκ ἐκ τῶν ἴσων ἕκαστοι τὰς ἀρμστείας ποιουται, ἀλλ' οἱ μὲν διὰ ταύρων ἢ αἰγῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπιτηδείων ἑαυτοὺς παρασκευάζουσι πρὸς τὴν μετουσίαν τῶν θεῶν ὧν οἱ βωμοί, καὶ δι' καὶ τοὺς ὕμνους κομιδότερον ἐργάζονται τοὺς μὲν ἐν μέτρῳ, τοὺς δὲ καὶ ἄνευ μέτρου, ἕτεροὶ δὲ τούτων μὴ οὐδὲν ἔχοντες προσάγειν, πόπανον δὲ μόνον καὶ χόρδον, εἰ τύχοι, λιξωτοῦ θύοντες, καὶ βραχὺ δὲ τινι προσρήμασι τὰς ἐπιχλήσεις ποιουμενοι, οὐδὲν ἧττον ἐκείνοις εὐηκαίως ἀπὸλαύουσι. ταῦτα λογιζόμενος, καὶ προσιὲι δεδιὼς κατ' Ἡσιονο μὴ τε, οὐ παρὰ θεοῖς, ὡς πον ἐκεῖνος εἶρη, παρὰ δὲ ἀνδρὶ σοφῷ ἀμπλακάν, τιμὰν πρὸς ἀνθρώπων ἀμείψω (δεδόικα γὰρ μὴ οὐδὲ ὅσον ἡ μόνον ἐμὲ τῶν ὁμιλητῶν σιωπῶν, καὶ μὴ τὰ ἀληθῆ περὶ αὐτοῦ κατὰ δύναμιν ἱστορεῖν, καίτοι πρὸ τῶν ἄλλων ἴσως ὀφειλόντα φράξασθαι)· τάχα δὲ οὐδὲ τὴν παρὰ τῶν ἀνθρώπων κίμην ἀμείψω (οὐ γὰρ πάντως οἴησονται με τὴν αὐθάδειαν εὐλαζομένον, δι' ἀρχὰν δὲ