Ancient Greek
56.2 to 56.31
Tlg4075, Vita Procli 56.2-31
Unproofread scanNot analysed yet
τινα τῆς διανοίας ἢ καὶ τι ἄλλο δεινότερον τῆς ψυχῆς νό- σημα, ἀπολιμπάνεσθαι τοῦ προκειμένου σκοποῦ)· ἐκ τοῦ- τῶν ἀπάντων καθῆναι πάντως ἑμαντὸν ἰδοῦσα εἰς τὸ συγγράφειν, ἕνια τῶν τοῦ φιλοσόφου μνημῶν ὧν ἐν τῷ βίῳ πλεονεκτημάτων, καὶ ὅλως τῶν περὶ αὐτὸν ἀληθῶς ἱστορημένων. Ἄρξομαι δὲ τοῦ λόγου οὐ τὸν εἰωθότα τρόπον τοῖς λογογράφοις, τοῖς κατὰ κεφάλαια τὸν λόγον ἐν τάξει με- θοδεύουσι, ἀλλὰ τὴν εὐδαιμονίαν τοῦ μακαρίου ἀνδρὸς μνητίδα, οἶμαι, προπωδιστατέην τῷ λόγῳ θήσομαι. Καὶ γὰρ οἶμαι αὐτὸν εὐδαιμονέστατον γεγονέναι ἀνθρώπων p. 4. τῶν ἐν μακρῷ τῷ ἡμῶν χρόνῳ τεθρυλημένων, οὐ κατὰ μόνην λέγω τῶν σοφῶν εὐδαιμονιῶν, εἰ καὶ τὰς μάλιστα ταύτην διεφερόντως ἐκίκτητο, οὐδ’ ὡς αὐτὸν τῆς ἀρετῆς εἶχεν αὐταρκῶς πρὸς εὐζωίαν, οὐδ’ αὖ πάλιν τὴν πρὸς τῶν πολλῶν ὑμνομένην εὐπορίαν, εἰ καὶ αὕτη πάλιν ἐκ τύχης αὐτῷ εὐ παροῦκειντο, εἴπερ τῶν ἄλλων ἀν- θρώπων· κεχορήγητο. γὰρ ἀφθονῶς ἅπασιν τοῖς ἐξωθεν λεγμένοις ἀγαθοῖς· τελείαν δὲ τινὰ βούλομαι καὶ πάντη ἀνελλιπῆ ἐξ ἀμφοτέρων ἐκείνων εὐδαιμονίαν συνιστῶσαν εἰπεῖν. Πρῶτον δὴ, οὖν κατὰ γένος διελόμενοι τὰς ἀρετάς, εἰς τε φυσικάς, καὶ ἠθικάς, καὶ πολιτικάς, καὶ ἐπὶ τας ὑπὲρ ταύτας καθαρτικάς τε καὶ θεωρητικάς, καὶ τὰς οὖν τῷ δὴ καλουμένᾳ θεουργίᾳ, τὰς δὲ ἐπὶ ἄνωτέρω τούτων p. 5. σιωπήσαντες, ὡς καὶ ὑπὲρ ἀνθρώπων ἤδη τεταγμένας, ἀπὸ τῶν φυσικωτέρων τὴν ἀρχὴν ποιησόμεθα· αἳναι ἐκ γε- νετῆς τοῖς ἔχοσι συμμέτρως ὑπάρχουσι, καὶ τῷ ὀνομαζομένῳ δὲ παρ’ ἡμῖν ἀνδρὶ μακαρίῳ ἐκ τῆς πρώτης γενέσεως συμ- γενεῖς ἦσαν ἅπασαι· ὧν τὰ ἴχνη καὶ ἐν τῷ τελευταίῳ καὶ ὀστρωδεῖ αὐτοῦ περιβλήματι ἀναφορῶς διεφαίνετο. Πρώ- τον ἐναίσθησία μὲν τις ὑπεραίρουσα, ἣν δὴ φρόνησιν σω-