Ancient Greek
65.2
Tlg4075, Vita Procli 65.2
Unproofread scanNot analysed yet
Ἐν ἑτεσι γοῦν οὔτε δύο ὁλῶσι πάσας αὐτῷ τὰς Ἀριστοτέλους συνανέγνω πραγματείας, λογικὰς, ἠθικὰς, παλειτικὰς, φυσικὰς, καὶ τὴν ὑπὲρ ταύτας θεολογικὴν ἐπιστήμην. Ἀχθὲντα δὲ διὰ τούτων ἰκανῶς, ὥσπερ διὰ τιτῶν προτελείων καὶ μικρῶν μυστηρίων, εἰς τὴν Πλάτωνος ἤγε μυσταγωγίαν, ἐν τάζει καὶ οὐχ ὑπερθάθμιον πόδα, κατὰ τὸ λόγιον, φεῖνοντα, καὶ τὰς παρὰ ἐκείνῳ θείας ὅντως τελετὰς ἐποπτεύειν ἐποιεῖ, τοῖς τῆς ψυχῆς ἀνεπιθώλωτοις ὀμμασι καὶ τῇ τοῦ νοῦ ἀχρόαντῳ περιωπή. Ὁ δὲ ἀγριπνὼν τε τῇ ἀσκήσει καὶ ἐπιμελείᾳ χρῶμενος νικῶν τε καὶ μεθ’ ἡμέραν, καὶ τὰ λεγόμενα, συνοπτικῶς, καὶ μετ’ ἐπιχρίσεως ἀπογραφομένος, τοσοῦτον ἐν οὐ πολλῷ χρόνῳ ἐπεδίδου, ὥστε ὀγδοὸν καὶ εἰκοστὸν ἔτος ὢν, ἤλλα τε πολλά συνέγραψε, καὶ τὰ εἰς Τιμαῖον, γλαφυρὰ ὄντως καὶ ἐπιστήμης γέμοντα ὑπομνήματα. Ἐκ δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ ἦθος ἐπὶ μᾶλλον κατεξομαίετο, μετ’ ἐπιστήμης τὰς ἀρετὰς ἀνειληφὼς.