Ancient Greek
65.3
Tlg4075, Vita Procli 65.3
Unproofread scanNot analysed yet
Καὶ δὴ καὶ τὰς πολιτικὰς προσελάμβανεν, ἐκ τε τῶν Ἀριστοτέλους πολιτικῶν συγγραμμάτων, καὶ τῶν παρὰ τῷ Πλάτωνι νόμων τε καὶ πολιτείαις. Ἵνα δὴ μηδὲ ἐν τούτοις δοκῇ λόγος εἶναι μόνον, ἔργου δὲ μηδενὸς ἀνθαπτεσθαι, ἐπειδὴ πράττειν αὐτὸς ἐκώλυετο τὰ πολιτικά, διὰ τὸ καὶ περὶ μειζόνα σχολάζειν, Ἀρχιάνδαν τὸν τοῖς θεοῖς φίλον ἐπὶ τοῦτο παρεκάλεσεν, ὅμα τε ἐκείνον διδάσκων καὶ ψηφούμενος αὐτῷ τὰς πολιτικὰς ἀρετὰς καὶ τὰς μεθόδους, καὶ, ὥσπερ οἱ τοῖς θεοῖσι παραχελευόμενοι, ὅλης τε τῆς ἑαυτοῦ πόλεως προύστασθαι κοινῇ