Ancient Greek
66.1
Tlg4075, Vita Procli 66.1
Unproofread scanNot analysed yet
12 ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. δ'. ι'. προτρεπόμενος, καὶ ἕκαστον ἰδίᾳ ἐνεργετεῖν κατὰ πᾶν εἶδος τῆς ἀρετῆς, διαφερόντως δὲ τῆς δικαιοσύνης. Καὶ ἔργῳ δὲ ζῆλον τινὰ αὐτῷ ἐνέτυχεν, ἐλευθεριότητα τὴν περὶ τὰ p. 33. χρήματα καὶ μεγαλοπρέπειαν αὐτῷ ἐνδεικνύμενος τῷ διορισθᾶι ὅτε μὲν φίλους, ὅτε δὲ συγγενεῖς, καὶ ξένους καὶ αὐτοῖς, καὶ χρείττονα ἑαυτὸν παντὶ ἀποφαίνειν τῆς τῶν χρημάτων κτήσεως. Καὶ εἰς ἔργον δὲ δημοσίῳ οὐ σμικρὰ ἐχαρίσατο· τελευταῖον δὲ καὶ μετὰ Ἀρχιάδων ταῖς πόλεσι καταλέλοιπε κτήματα, πατρῴᾳ τε τῇ ἑαυτοῦ καὶ ταῖς Ἀθήναις. Τοιούτος δὲ ὁ φιλαλήθης Ἀρχιάδας οὐ κοθὲν τε καὶ ἐκ τῆς τούτου φιλίας ἀπεδείχθη, ὡς καὶ τοὺς ἐφ' ἡμῶν ἀνθρώπους, εἴποτε ἐθελούεν μνήμην αὐτοῦ ποιεῖσθαι, οὐχ ἄλλως ἢ τὸν εὐσεβέστατον Ἀρχιάδαν εὐφημῶ τῷ στόματι καλεῖν.