Ancient Greek
83.3
Tlg4075, Vita Procli 83.3
Unproofread scanNot analysed yet
λζ'. Ἐγένοντο δὲ καὶ διοσημεῖαι πρὸ ἐνιαυτοῦ τῆς τελευτῆς, ὡς ἡ ἐκλειψις ἡ ἡλιακή, οὕτως ἐναργής, ὥστε καὶ νύκτα μεθ' ἡμέραν γενέσθαι. Σκότος γὰρ ἐγένετο βαθὺ καὶ ἀστέρες ὤφθησαν. Αὕτη μὲν οὖν ἐν αἰγοκέρωι ἐγένετο κατὰ τὸ ἀνατολικὸν κέντρον. Ἀνεγράφησαν δὲ καὶ ἕτεραι οἱ ἡμερογράφοι, ὡς ἑομένην καὶ αὐτὴν πληρουμένην τοῦ πρώτου ἐνιαυτοῦ. Τὰ δὲ τοιαῦτα περὶ τὸν οὐρανὸν δοκοῦντα συμβαίνειν παθήματα, σημαντικά φησι γίγνεσθαι τῶν περὶ γῆν συμβαινόντων, καὶ ἡμῖν δὲ σαφῶς ἐδήλωσε τὴν στέρεσιν καὶ οἷον ἀπόλειψιν τοῦ ἐν φιλοσοφίᾳ φωτός.