Ancient Greek
83.5 to 84.1
Tlg4075, Vita Procli 83.5-84.1
Unproofread scanNot analysed yet
λη. Ἐμοὶ μὲν οὖν καὶ ταῦτα ἀποχρώντως περὶ τοῦ φιλοσόφου ἱστορεῖσθω. Ἐξεῖστω δὲ τῷ βουλομένῳ καὶ περὶ τῶν συγγεγονότων αὐτῷ ἐταίρων τὰ ἀληθῆ ἀναγρά- 30 ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. λη. φειν· πολλοὶ γὰρ αὐτῷ πολλοχόθεν ἐφοίτησαν, οἱ μὲν ἐπὶ ἀκροάσει μόνον ψιλῇ, οἱ δὲ καὶ ζηλωταὶ καὶ διὰ φιλοσοφίαν αὐτῷ συσχολάσαντες. Καὶ τὰ συγγράμματα δὲ αὐτοῦ ὁ φιλοπονώτερος ἐπὶ κεφαλαιῶν ἀπαριθμεῖσθω. Ἐγὼ γὰρ διὰ τε τὸ ἑμαυτὸν συνειδός, καὶ ἵνα ἀφοσιώσωμαι πρὸς τὴν ὁσίαν αὐτοῦ ψυχὴν καὶ τὸν εὐληχότα αὐτὴν ἀγαθὸν δαίμονα, καὶ ταῦτα προήχθην