Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.189-2.237
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.189-237
Not analysed yet
ὣς δʼ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων
ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
τηκομένη δʼ ἀνέηκε πολὺν ῥόον· οἱ δʼ ἀπὸ πέτρης
ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης
τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·
ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες
ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.
τοῖσι δʼ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου
πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.
αὐτὸς δʼ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω
ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.
Ἀτρείδης δʼ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ ἑ γυμνὸν ἀᾶσαι,
τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
ἠέλιος δʼ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,
δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.
ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων
νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
ἀνέρες ἀγρευτῆρες· ὁ δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων,
λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,
δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·
ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.
ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·
Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας
παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,
μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.
ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη
δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.