Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.238-2.282
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.238-282
Not analysed yet
αὐτίκα δʼ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας
πεζοί θʼ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο
διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.
οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο
θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον
γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες
αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·
οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
ἤθελον ἢ δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·
αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,
Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
καὶ νῦν οἷά μʼ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·
οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις
πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.