Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0647.tlg001.perseus-grc2, lines 2.283-2.327
Tryphiodorus, Ἅλωσις Ἰλίου 2.283-327
Not analysed yet
ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε
τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.
ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·
αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·
ἵππον δʼ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·
εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.
ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες
ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις
δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ
πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν
τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·
τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·
ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,
καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ
ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.