Ancient Greek · ~8 min
1 to 15
URANIUS, Fragmenta 1-15
Not analysed yet
Αὔαθα καὶ Αὔαρα, οὐδετέρως, συνοικία Ἀράβων, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῃ. Οἱ οἰκήτορες Αὐαθηνοὶ καὶ Αὐαρηνοί. Σέννονες, ἔθνος Γαλατικὸν, ὡς Οὐράνιος ἐν Ἀραβικῶν πρώτῳ. Σίγγαρα, πόλις Ἀραβίας πρὸς τῇ Ἐδέσσῃ, ὡς Οὐράνιος ἐν πρώτῳ Ἀραβικῶν. Ὁ πολίτης Σιγγαρηνός. Χατραμωτῖτις, χώρα πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. Οἱ πολῖται Χατραμωτῖται. Στράβων ἑκκαιδεκάτῃ (p. 768) . . . Οὐράνιος δ ̓ ἐν πρώτῳ Ἀραβικῶν Χατραμώτας αὐτοὺς καλεῖ· «Καμηλοκόμοι Χατραμῶται, Σαβαῖοι καὶ Ὁμηρῖται.» Αἰαμήνη, Ναβαταίων χώρα, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Αἰαμηνός. Αἰανῖτις, Ναβαταίων χώρα. Οὐράνιος Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Αἰανίτης. Ἐρυθρὰ ἡ θάλασσα, ἀπὸ Ἐρύθρου τοῦ ἥρωος. Οὐράνιος δ ̓ ἐν Ἀραβικῶν δευτέρᾳ· ἀπὸ τῶν παρακειμένων ὀρῶν, ἃ ἐρυθρὰ δεινῶς εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὴν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος τὴν αὐγὴν, καταπέμπει εἰς τὴν θάλασσαν σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων κάτω συρρέοντι εἰς θάλασσαν, οὕτω γίγνεται ἡ θάλασσα τὴν χρόαν. Μήδαβα, πόλις τῶν Ναβαταίων. Ὁ πολίτης Μηδαβηνὸς, ὡς Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Μώβα, μοῖρα τῆς Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Οἱ οἰκοῦντες Μωβηνοὶ, καὶ θηλυκῶς Μωβηνή· ἔοικε δ ̓ ἐνδεῖν τὸ α· ἦν γὰρ Μώαβα· καὶ τὸ ἐθνικὸν Μωαβίτης. Τὸ θηλυκὸν Μωαβῖτις. Πάλμυρα, φρούριον Συρίας, οὗ μέμνηται Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Τὸ ἐθνικὸν Παλμυρηνός. Ὀἱ δ ̓ αὐτοὶ Ἀδριανοπολῖται μετωνομάσθησαν ἐπικτισθείσης τῆς πόλεως ὑπὸ τοῦ αὐτοκράτορος. Ταηνοί, ἔθνος ἀπὸ τῶν Σαρακηνῶν πρὸς μεσημβρίαν, ὡς Οὐλπιανὸς ἐν Ἀραβικοῖς καὶ Οὐράνιος ἐν Ἀραβικῶν δευτέρῳ. Ἀβασηνοὶ, ἔθνος Ἀραβίας. Οὐράνιος ἐν Ἀραβικῶν τρίτῳ· «Μετὰ τοὺς Σαβαίους Χατραμῶται καὶ Ἀβασηνοί,» καὶ πάλιν· «Ἡ χώρη τῶν Ἀβασηνῶν σμύρνην φέρε; καὶ ὄσσον καὶ θυμίαμα καὶ κέρπαθον· γεωργοῦσι δὲ καὶ πορφυρῆν ποίην εἰκέλην αἵματι Τυρίου κοχλίεω.» Ἄδανα . . . Ἔστι δὲ καὶ ἑτέρα πόλις ἐν μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιός φησιν ἐν Ἀραβικῶν τρίτῳ. Ἀτραμῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ. Ἀρτεμέδωρος Ἀρταμωτίτας αὐτοὺς καλεῖ. Ἄχομαι καὶ Ἀχόμενοι, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας, ὡς Οὐράνιος ἐν τρίτῃ.