Ancient Greek · ~7 min
16 to 28
URANIUS, Fragmenta 16-28
Not analysed yet
Ζάβιβα, κώμη ἐν τῷ μεσογείῳ τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῃ. Θαμουδᾶ, Ναβαταίτων γείτων τῶν Ἀραβίων. Οὐράνιος Ἀραβικῶν τρίτῃ. Ὁ οἰκήτωρ Θαμουδηνός. Κεβρανῖται, ἔθνος τῆς εὐδαίμονος Ἀραβίας. Οὐράνιος Ἀραβικῶν τρίτῳ. Τάρφαρα, οὐδετέρως, πόλις τῆς εὐδαίμονος Ἀραβίας. Ὁ πολίτης Ταρφαρηνὸς, ὡς Ζόαρα Ζοαρηνὸς, Αὔαρα Αὐαρηνὸς, ὡς Οὐράνιος ἐν Αραβικῶν τρίτῳ. Σῆρες, ἔθνος Ἰνδικὸν, ἀπροσμιγὲς ἀνθρώποις, ὡς Οὐράνιος ἐν τρίτῳ Ἀραβικῶν. Οὐράνιος ἐν τρίτῳ δὲ Ἀραβικῶν που λέγει εἶναι καλάμων ἱερὸν ἄλσος ἐν Ἀραβίᾳ, ἐν οἷς καλάμοις θάπτουσι μόνους τοὺς βασιλέας, γυναῖκάς τε καὶ ἀδελφοὺς καὶ υἱέας τούτων, ἄλλον τινὰ δὲ οὐδαμῶς. Ἡ δὲ ταφὴ τοιάδε· ἓν γόνυ τι κοιλάναντες ὦν ἔφημεν καλάμων, ἐς τοῦτο θέντες τὸν νεκρὸν καὶ χρίσαντες δὲ μύρῳ, τὸν κάλαμον μὴ κόψαντες. Πάλιν ἐῶσι φύειν. Ἀκχηνοὶ, ἔθνος Ἀράβιον, ὡς Οὐράνιός φησι τετάρτῃ, ἐπὶ τῷ αὐχένι τῆς Ἐρυθρᾶς θαλάσσης. Ἐδουμαῖοι, ἔθνος Ἀράβιον, ὡς Οὐράνιος (sic Holsten. Pro vg. Ὡς Σούνιος) ἐν Ἀραβικῶν τετάρτῳ. Τινὲς δὲ διὰ τοῦ ι γράφουσιν, ὡς εἰρήσεταί μοι ἐν τῷ ι. Ὄβαδα, χωρίον Ναβαταίων, Οὐράνιος Ἀραβικῶν τετάρτῳ, ὅπου Ὀβόδης ὁ βασιλεὺς, ὃν θεοποιοῦσι, τέθαπται. Τὸ ἐθνικὸν Ὀβοδηνὸς, ὡς Δαχαρηνός. Μωθὼ, κώμη Ἀραβίας, ἐν ᾗ ἔθανεν Ἀντίγονος ὁ Μακεδὼν ὑπὸ Ῥαβίλου τοῦ βασιλέως τῶν Ἀραβίων, ὡς Οὐράνιος ἐν πέμπτῳ· ὅ ἐστι τῇ Ἀράβων φωνῇ τόπος θανάτου. Οἱ κωμῆται Μυθηνοὶ κατὰ τὸν ἐγχώριον τύπον. Βραχία. Οὕτως ἡ Ἀραβικὴ θάλασσα καλεῖται. Ἐκλήθη δὲ διὰ τὸ ἐν αὐτῇ βράχη εἶναι πλεῖστα. Ἔστιν οὖν παρὰ τὸ βράχος. Τὸ τοπικὸν Βραχιάτης. Οὐράνιος δὲ Βραχιηνοὺς αὐτοὺς ἔφη. Κάρνανα, πόλις Μιναίων ἔθνους πλησίον Ἐρυθρᾶς θαλάσσης. Οἱ πολῖται Καρνανᾶται. Οὐράνιος (sic Holsten. Pro vg. Σούνιος) δὲ Καρνανίαν καὶ Καρνανίτας φησί. Μάννεως, χώρα μέση τῶν ποταμῶν, ἐν ᾗ οἰκοῦσιν Ἄραβες Μαννεῶται, ὡς Οὐράνιός φησιν. Νικηφόριον. Οὕτως ἡ Κωνσταντίνα, ἡ περὶ Ἔδεσσαν πόλις, ὡς Οὐράνιος. Τὸ ἐθνικὸν Νικηφόριος, ὡς Βυζάντιος.