Ancient Greek · ~3 min
29 to 31
URANIUS, Fragmenta 29-31
Not analysed yet
Νίσιβισ, πόλις ἐν τῇ περαίᾳ τῇ πρὸς τῷ Τίγρητι ποταμῷ. Φίλων ἐν Φοινικικοῖς Νάσιβίς φησι διὰ τοῦ α. Οὐράνιος δὲ διὰ τοῦ ε Νέσιβις. Σημαίνει δὲ, ὥς φησι Φίλων, νάσιβις τὰς στήλας, ὡς δὲ Οὐράνιος, νέσιβις, φησὶ, σημαινεῖ τῇ Φοινίκων φωνῇ λίθοι συγκείμενοι καὶ συμφορητοί. Στράβων δὲ ἑκκαιδεκάτῃ (P. 747) διὰ τοῦ τ. Τὸ ἐθνικὸν Νισιβηνός. Νόσορα, νῆσος ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Οὐράνιος Ἀραβικῶν *. Ὁ νησιωτὴς Νοσορηνός· ἐγχώριος ὁ τύπος. Χαράκμωβα, πόλις τῆς νῦν τρίτης Παλαιστίνης, ἣν ἀναγράφει Πτολεμαῖος ἐν Γεωγραφικοῖς ἐν πέμπτῳ βιβλίῳ (c. 17) ἐν ταῖς Ἀραβικαῖς τῆς εὐδαίμονος. Οὐράνιος δ ̓ ἐν τοῖς Ἀραβικοῖς (ἀξιόπιστος δ ̓ ἀνὴρ περὶ τὰ τοιαῦτα· σπουδὴν γὰρ ἔθετο ἱστορῆσαι ἀκριβῶς τὰ τῆς Ἀραβίας) καὶ Μωβουχάραξ φησίν. Ὁ πολίτης τοῦ μὲν Χαράκμωβα Χαρακμωβηνός· ἐκ δὲ τοῦ Μωβουχάραξ Μωβουγαρακηνός.