Ancient Greek · ~3 min
ΠΕΡΙ ΛΥΣΕΩΣ.
Valerius Apsines, Ars rhetorica 1-5
Not analysed yet
Λύσεων δὲ καθολικοὶ τρόποι εἰσὶ δύο, κατὰ ἀνατροπὴν 7 καὶ κατὰ μέθοδον καὶ κατὰ ἀνατροπὴν μὲν οὖν, ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ διʼ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνῆσθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα.